Ο ΑΡΧΕΤΥΠΟΣ ΑΝΘΡΩΠΟΣ ΦΩΣ ΚΑΙ ΖΩΗ ΚΑΙ Η ΕΙΚΟΝΑ ΤΗΣ ΖΩΗΣ (MATRIX)
Ο ΑΡΧΕΤΥΠΟΣ ΑΝΘΡΩΠΟΣ ΦΩΣ ΚΑΙ ΖΩΗ ΚΑΙ Η ΕΙΚΟΝΑ ΤΗΣ ΖΩΗΣ (MATRIX) ὁ δὲ Ποιμάνδρης ἐμοί, ᾿Ενόησας, φησί. τὴν θέαν ταύτην ὅ τι καὶ βούλεται; καὶ, Γνώσομαι, ἔφην ἐγώ. – Τὸ φῶς ἐκεῖνο, ἔφη, ἐγὼ Νοῦς ὁ σὸς θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ Νοὸς φωτεινὸς Λόγος υἱὸς θεοῦ. – Τί οὖν; φημί., – Οὕτω γνῶθι· τὸ ἐν σοὶ βλέπον καὶ ἀκοῦον, λόγος κυρίου, ὁ δὲ νοῦς πατὴρ θεός. οὐ γὰρ διίστανται ἀπ' ἀλλήλων· ἕνωσις γὰρ τούτων ἐστὶν ἡ ζωή. – Εὐχαριστῶ σοι, ἔφην ἔγω. – ᾿Αλλὰ δὴ νόει τὸ φῶς καὶ γνώριζε τοῦτο. εἰπόντος ταῦτα ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν· ἀνανεύσαντος δέ, θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον, καὶ περιίσχεσθαι τὸ πῦρ δυνάμει μεγίστῃ, καὶ στάσιν ἐσχηκέναι κρατούμενον· ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνδρου λόγον. ὡς δὲ ἐν ἐκπλήξει μου ὄντος, φησὶ πάλιν ἐμοί, Εἶδες ἐν τῷ νῷ τὸ ἀ...